John 13:10

John 13:10 [Textus Receptus (Elzevir) (1624)]361-362
Λέγει αὐτῷ Ἰησοῦς· Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες.

John 13:10 [Codex Sinaiticus (א or 01) (4th century)]q81f1vc3
Λεγει αυτω ο ις· ο λελουμενος ουκ εχ<ε>ι χρειαν νιψασθαι· αλλα εστιν καθαρος ολος· και ϋμεις καθαροι εστε· αλλ ουχι παντες·

John 13:10 [Codex Alexandrinus (A02) (5th century)]50vc1
Λεγει αυτω ο ις ο λελουμενος ουκ εχει χριαν η τους ποδας νιψασθαι· αλλ εστιν καθαρος ολος και ϋμεις καθαροι εστε αλλ’ ουχι παντες·

John 13:10 [Codex Vaticanus Gr. 1209 (B03) (4th century)]1370c3
Λεγει αυτω ις ο λελουμενος ουκ εχει χρειαν ει μη τους ποδας νιψασθαι αλλ εστι- καθαρος ολος και ϋμεις καθαροι εστε αλλ ουχι παντες

John 13:10 [Codex Ephraemi Syri Rescriptus (C04) (5th century)]137
Λεγει αυτω ο ις· ο λελουμενος ουκ εχει χρειαν ει μη τους ποδας νιψασθαι· αλλ εστιν καθαρος ολος· και ϋμεις καθαροι εστε αλλ ουχι παντες·

John 13:10 [Codex Bezae Cantabrigiensis (D05) (5th century)]155v/280
Λεγει αυτω ο ιης ο λελουμενος ου χρειαν εχει την κεφαλη- νιψασθαι ει μη τους ποδας μονον εστιν γαρ καθαρος ολος και ϋμεις καθαροι εστε αλλ ουχι παντες

John 13:10 [Codex Washingtonianus (W032) (5th century)]167-168
Λεγει αυτω ο ις ο λελουμενος ουκ εχει χριαν ει μη τους ποδας νιψασθαι αλλ εστιν καθαρος ολος και ὑμεις καθαροι εσται αλλ ουχι παντες

John 13:10 [Codex Sangallensis 48 (Δ037) (9th century)]369
Λεγει αυτω ο ις· Ο λελουμενος ουχριαν εχει η τους ποδας νιψασθαι· αλλεστιν καθαρος ολος· Και ϋμεις καθαροι εστε αλλουχι παντες.

Critical Apparatus :

(1) ο ιησους : א, A, C, D, W, Δ
(2) OMIT ο : B

(3) ου χρειαν εχει : D
(4) ου χριαν εχει : Δ
(5) ουκ εχει χρειαν : א1, B, C
(6) ουκ εχει χριαν : A, W
(7) ουκ εχι χρειαν : א*

(8) η τους ποδας νιψασθαι : A, Δ
(9) ει μη τους ποδας νιψασθαι : B, C, W
(10) την κεφαλην νιψασθαι ει μη τους ποδας : D
(11) OMIT η τους ποδας : א

(12) αλλ εστι :
(13) αλλ εστιν : A, B, C, W, Δ
(14) αλλα εστιν : א
(15) μονον εστιν γαρ : D

(16) εστε : א, A, B, C, D, Δ
(17) εσται : W

 

Early Church Fathers

A Textual Commentary On John 13:10

This entry was posted in 04. Κατὰ Ἰωάννην. Bookmark the permalink.

Comments are closed.