John 13:29

John 13:29 [Textus Receptus (Elzevir) (1624)]363
Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν· ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.

John 13:29 [Codex Sinaiticus (א or 01) (4th century)]q81f2rc1-2
Τινες γαρ εδοκουν· επι το γλωσσοκομον ειχεν ϊουδας· οτι λεγει αυτω ις· αγορασο-· ων χριαν εχομεν εις την εορτην· η τοις πτωχοις ϊνα τι δω·

John 13:29 [Codex Alexandrinus (A02) (5th century)]50vc2
Τινες γαρ εδοκουν επι το γλωσσοκομον ειχεν ϊουδας οτι λεγει αυτω ο ις αγορασον ων χρια- εχομεν εις την εορτην η τοις πτωχοις ϊνα τι δω·

John 13:29 [Codex Vaticanus Gr. 1209 (B03) (4th century)]1371c2
τινες γαρ εδοκουν επει το γλωσσοκομον ειχεν ϊουδας οτι λεγει αυτω ις αγορασον ων χρειαν εχομε- εις την εορτην η τοις πτωχοις ϊνα τι δω

John 13:29 [Codex Ephraemi Syri Rescriptus (C04) (5th century)]138
τινες γαρ εδοκουν επει το γλωσσοκομον ειχεν ο ϊουδας οτι λεγει αυτω ο ις αγορασον ων χρειαν εχομεν εις την εορτην· η τοις πτωχοις ϊνα τι δω·

John 13:29 [Codex Bezae Cantabrigiensis (D05) (5th century)]156v/282
τινες γαρ εδοκουν οτι το γλωσσοκομον ειχεν ο ῖουδας οτι λεγει αυτω ο ιης αγορασον ων χρειαν εχομεν εις την εορτην η τοις πτωχοις ῖνα τι δοι

John 13:29 [Codex Washingtonianus (W032) (5th century)]169
Τινες γαρ εδοκουν επι το γλωσσοκομιον ειχεν ϊουδας οτι λεγει αυτω ο ις Αγορασον ων χρειαν εχομεν εις την εορτην η τοις πτωχοις ϊνα τι δω

John 13:29 [Codex Sangallensis 48 (Δ037) (9th century)]370
Τινες γαρ εδοκουν επει το γλωσσοκομον ειχεν ο ῖουδας οτι λεγει αυτω ο ις. Αγορασον ων χρειαν εχομεν εις την εορτην η τοις πτωχοις ῖνα τι δω.

Critical Apparatus :

(1) επει : B, C, Δ
(2) επι : א, A, W
(3) οτι : D

(4) γλωσσοκομον : א, A, B, C, D, Δ
(5) γλωσσοκομιον : W

(6) ο ιουδας : C, D, Δ
(7) OMIT ο : א, A, B, W

(8) ο ιησους : A, C, D, W, Δ
(9) Omit ο : א, B

(10) χρειαν : B, C, D, W, Δ
(11) χριαν : א, A

(12) δω : א, A, B, C, W, Δ
(13) δοι : D

Early Church Fathers

A Textual Commentary On John 13:29

This entry was posted in 04. Κατὰ Ἰωάννην. Bookmark the permalink.

Comments are closed.