Mark 11:13

Mark 11:13 [Textus Receptus (Elzevir) (1624)]161
Καὶ ἰδὼν συκῆν μακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ’ αὐτὴν, οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων.

MSS: E¹ (f135r)

Mark 11:13 [Codex Sinaiticus (א or 01) (4th century)]q77f1vc1
Και ϊδων συκην μιαν απο μακροθεν εχουσαν φυλλα ηλθεν ει αρα τι ευρησι εν αυτη · και ελθων επ αυτην ουδεν ευρεν ει μη φυλλα ο γαρ καιρος ουκ ην συκων ·

Mark 11:13 [Codex Alexandrinus (A02) (5th century)]14rc1
Και ϊδων συκην απο μακροθεν εχουσαν φυλλα ηλθεν ει αρα τι ευρησει εν αυτη· και ελθων επ αυτην ουδεν ευρεν ει μη φυλλα· ου γαρ ην καιρος συκων·

Mark 11:13 [Codex Vaticanus Gr. 1209 (B03) (4th century)]32bc2-3
Και ιδων συκην απο μακροθεν εχουσαν φυλλα ηλθεν ει αρα τι ευρησει εν αυτη και ελθων επ αυτην ουδεν ευρεν ει μη φυλλα ο γαρ καιρος ουκ ην συκων

Mark 11:13 [Codex Ephraemi Syri Rescriptus (C04) (5th century)]73
και ιδων συκην απο μακροθεν εχουσαν φυλλα ηλθεν ει αρα τι ευρησει εν αυτη· και ελθων επ αυτην ουδεν ευ..εν ει μη φυλλα· μονον ου γαρ ην καιρος συκων·

Mark 11:13 [Codex Bezae Cantabrigiensis (D05) (5th century)]325v/631
και ειδων απο μακροθεν συκην εχουσαν φυλλα ηλθεν ειδειν εαν τι εστιν εν αυτη· και μηδεν ευρων ει μη φυλλα ου γαρ ην ο καιρος συκων

Critical Apparatus :

(1) ιδων συκην μακροθεν : E, Majority
(2) ιδων συκην απο μακροθεν : A, B, C
(3) ιδων συκην απο μακρωθεν : ℓ339
(4) ιδων συκην μιαν μακροθεν : K
(5) ιδων συκην μιαν απο μακροθεν : א
(6) ειδων απο μακροθεν συκην : D

(7) ει αρα ευρησει τι : E, Majority
(8) ει αρα τι ευρησει : A, B, C, K, ℓ339
(9) ει αρα τι ευρησι : א
(10) ειδειν εαν τι εστιν : D

(11) ελθων : א, A, B, C, E¹, ℓ339, Majority
(12) ελθον : K
(13) OMIT ελθων επ αυτην : D

(14) ουδεν ευρεν : א, A, B, C?, E¹, K, ℓ339, Majority
(15) μηδεν ευρων : D

(16) ου γαρ ην καιρος : A, D, E, K, ℓ339, Majority
(17) μονον ου γαρ ην καιρος : C
(18) ο γαρ καιρος ουκ ην : א, B

 

MSS:

(i) K (f112r) :  φυλ<λ>α (i)

 

A Textual Commentary On Mark 11:13

 

 

 

 

This entry was posted in 02. Κατὰ Μᾶρκον. Bookmark the permalink.

Comments are closed.