Mark 8:17

Mark 8:17 [Textus Receptus (Elzevir) (1624)]146-147
Καὶ γνοὺς ὁ Ἰησοῦς, λέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε, οὐδὲ συνίετε; ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;

Mark 8:17 [Codex Sinaiticus (א or 01) (4th century)]q76f7rc3
Και γνους ο· Ι·C· λεγει αυτοις τι διαλογιζεσθε οτι αρτους ουκ εχετε ουπω νοειτε ουδε συνϊετε πεπωρωμενην εχετε την καρδιαν υμων

Mark 8:17 [Codex Alexandrinus (A02) (5th century)]11vc1
Και γνους ο ΙC λεγει αυτοις· τι διαλογιζεσθε οτι αρτους ουκ εχετε ουπω νοειται ουδε συνιεται ετι πεπωρωμενην εχετε την καρδιαν ϋμων·

Mark 8:17 [Codex Vaticanus Gr. 1209 (B03) (4th century)] 30a c1
Και γνους λεγει αυτοις τι διαλογιζεσθε οτι αρτους ουκ εχετε ουπω νοειτε ουδε συνειτε πεπωρωμενην εχετε την καρδιαν ϋμων

Mark 8:17 [Codex Ephraemi Syri Rescriptus (C04) (5th century)]65
και γνους ο ΙC λεγει αυτοις· τι διαλογιζεσθαι οτι αρτους ουκ εχετε· ουπω νοειτε ουδε συνιετε πεπωρωμενην εχετε την καρδιαν υμων·

Mark 8:17 [Codex Bezae Cantabrigiensis (D05) (5th century)]312v/605
Και γνους ο ΙΗC λεγει αυτοις· τι διαλογιζεσθαι εν ταις καρδιαις ϋμων· οτι αρτους ουκ εχεται ουπω νοειτε ουδε συνϊεται πεπ<ω>ηρωμενη εστιν η καρδια ϋμων

Critical Apparatus :

(1) ο Ιησους : א*, A, C, D, Majority Text, Peshitta (ܝܶܫܽܘܥ), Vulgate (Iesus)
(2) Omit ο Ιησους : א1, B

(3) διαλογιζεσθε : א, A, B, Majority Text
(4) διαλογιζεσθαι : C
(5) διαλογιζεσθαι εν ταις καρδιαις υμων : D

(6) εχετε : א, A, B, C, Majority Text
(7) εχεται : D

(8) νοειτε : א, B, C, D, Majority Text
(9) νοειται : A

(10) συνιετε : א, C Majority Text
(11) συνειτε : B
(12) συνιεται : A, D

(13) ετι : A, Majority Text
(14) Omit ετι : א, B, C, D

(15) πεπωρωμενην : א, A, B, C, Majority Text
(16) πεπωρωμενη : D1
(17) πεπηρωμενη : D*

Early Church Fathers

A Textual Commentary On Mark 8:17

This entry was posted in 02. Κατὰ Μᾶρκον. Bookmark the permalink.

Comments are closed.