Luke 4:35

Luke 4:35 [Textus Receptus (Elzevir) (1624)]205
Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων· Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. Καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον, ἐξῆλθεν ἀπ’ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν.

Luke 4:35 [Codex Sinaiticus (א or 01) (4th century)]q77f8rc3
Και επετιμησεν αυτω ο ΙC λεγων φιμωθητι και εξελθε απ αυτου και ριψαν αυτον το δαιμονιον εις το μεσον εξηλθεν απ αυτου μηδεν βλαψαν αυτον

Luke 4:35 [Codex Alexandrinus (A02) (5th century)]23vc1
Και επετειμησεν αυτω ο ΙC λεγων φιμωθητι και εξελθε εξ αυτου· και ριψαν αυτον το δαιμονιον εις το μεσον εξηλθεν απ αυτου μηδεν βλαψαν αυτον·

Luke 4:35 [Codex Vaticanus Gr. 1209 (B03) (4th century)]41ac3
Και επετειμησεν αυτω ο ΙC λεγων φειμωθητι και εξελθε απ αυτου και ρειψαν αυτον το δαιμονιον εις το μεσον εξηλθεν απ αυτου μηδεν βλαψαν αυτον

Luke 4:35 [Codex Bezae Cantabrigiensis (D05) (5th century)]199v-200v
Και επετιμησεν αυτω ο ΙΗC λεγων φειμωθητι και εξελθε απ αυτου και ρειψας<ν> αυτον το δαιμονιον εις μεσον ανακραυγασαν τε εξηλθεν απ αυτου μηδεν βλαψας αυτον

Luke 4:35 [Codex Zacynthius (Ξ040) (6th century)]29v (Μ)
Και επετιμησεν αυτω ο ΙC λεγων φιμωθητι και εξελθε απ αυτου· και ριψαν αυτον το δαιμονιον εις το μεσον εξηλθ(..) απ αυτου μηδεν βλαψαν αυτον·

Critical Apparatus :

(1) επετιμησεν : א, D, Ξ
(2) επετειμησεν : A, B

(3) φιμωθητι : א, A, Ξ
(4) φειμωθητι : B, D

(5) εξ : A
(6) απ : א, B, D, Ξ

(7) ριψαν : א, A, Ξ
(8) ρειψαν : B, D1
(9) ρειψας : D*

(10) μεσον : א, A, B, Ξ
(11) Add ανακραυγασαν τε : D

(12) βλαψαν : א, A, B, Ξ
(13) βλαψας : D

 

Early Church Fathers

A Textual Commentary On Luke 4:35

This entry was posted in 03. Κατὰ Λουκᾶν. Bookmark the permalink.

Comments are closed.