John 1:42

John 1:42 [Textus Receptus (Elzevir) (1624)]307
Καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἔμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς, εἶπε· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς· ὃ ἑρμηνεύεται Πέτρος.

* TR = John 1:43 | TR Stephanus = ἐμβλέψας

John 1:42 [Codex Sinaiticus (א or 01) (4th century)]q80f1vc1
ηγαγεν αυτον προς τον ιν· εμβλεψας αυτω ο ις ειπεν· συ ει σιμων ο υϊος ϊωαννου· συ κληθηση κηφας· ο ερμηνευεται πετρος˙

John 1:42 [Codex Alexandrinus (A02) (5th century)]42vc2
Και ηγαγεν αυτον προς τον ιν· εμβλεψας αυτω ο ις ειπεν· συ ει σιμων ο ϋϊος ϊωνα· συ κληθηση κηφας ος ερμηνευεται πετρος.

John 1:42 [Codex Vaticanus Gr. 1209 (B03) (4th century)]1351c1
ηγαγε- αυτον προς τον ιν εμβλεψας αυτω ο ις ειπεν συ ει σιμων ο υιος ϊωανου συ κληθηση κηφας ο ερμηνευεται πετρος

John 1:42 [Codex Washingtonianus (W032) (5th century)]116
Και ηγαγεν αυτον προς τον ιν και εμβλεψας αυτω ο ις ειπεν· συ ει σιμων ο υς ιωαννου· συ κληθηση κηφας ο ερμηνευετε πετρος·

John 1:42 [Codex Sangallensis 48 (Δ037) (9th century)]321
και ηγαγεν αυτον προς τον ιν· Εμβλεψας δε αυτω ο ις ειπεν· Συ ει σιμων ουῖος ῖωνα· Συ κληθηση κηφας ο ερμηνευετε πετρος·

Critical Apparatus :

(1) και ηγαγεν : A, W, Δ
(2) OMIT και : א, B

(3) εμβλεψας δε : Δ
(4) OMIT δε : א, A, B
(5) και εμβλεψας : W

(6) ειπε :
(7) ειπεν : א, A, B, W, Δ

(8) ιωνα : A, Δ
(9) ιωανου : B
(10) ιωαννου : א, W

(11) ο ερμηνευεται : א, B
(12) ο ερμηνευετε : W, Δ
(13) ος ερμηνευεται : A

 

Early Church Fathers

A Textual Commentary On John 1:42

This entry was posted in 04. Κατὰ Ἰωάννην. Bookmark the permalink.

Comments are closed.